Pages

Friday, November 21, 2014

Progress in Greek

κεφάλαια πρῶτον, δεύτερον, τρίτον καὶ τέταρτον - ἀνάγνωσίς τε καὶ μελετήματα

http://bestlatin.blogspot.com/2012/02/greek-bible-art-elohim-creating-adam.html

προσευχαί

Βασιλεῦ οὐράνιε, Παράκλητε, τὸ Πνεῦμα τῆς ἀληθείας, ὁ πανταχοῦ παρὼν καὶ τὰ πάντα πληρῶν, ὁ Θησαυρὸς τῶν ἀγαθῶν καὶ ζωῆς Χορηγός, ἐλθὲ καὶ σκήνωσον ἐν ἡμῖν καὶ καθάρισον ἡμᾶς ἀπὸ πάσης κηλῖδος, καὶ σῶσον, Ἀγαθέ, τὰς ψυχὰς ἡμῶν.

Ὑπὸ τὴν σὴν εὐσπλαγχνίαν καταφεύγομεν Θεοτόκε, τὰς ἡμῶν ἱκεσίας μὴ παρίδῃς ἐν περιστάσει ἀλλ'ἐκ κινδύνων λύτρωσαι ἡμᾶς, μόνη ἁγνή, μόνη εὐλογημένη!

Θεοτόκε Παρθένε, χαῖρε, κεχαριτωμένη Μαρία, ὁ Κύριος μετὰ σοῦ. εὐλογημένη σὺ ἐν γυναιξί, καὶ εὐλογημένος ὁ καρπὸς τῆς κοιλίας σου...

Ταῖς πρεσβείαις τῆς Θεοτόκου, Σῶτερ, σῶσον ἡμᾶς.

χερουβικὸς ὕμνος:
Οἱ τὰ Χερουβεὶμ μυστικῶς εἰκονίζοντες,
καὶ τῇ ζωοποιῷ Τριάδι τὸν Τρισάγιον ὕμνον προσάδοντες,
πᾶσαν τὴν βιοτικὴν ἀποθώμεθα μέριμναν.
Ὡς τὸν Βασιλέα τῶν ὅλων ὑποδεξόμενοι,
ταῖς ἀγγελικαῖς ἀοράτως δορυφορούμενον τάξεσιν.
Ἀλληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα.




Φῶς ἱλαρὸν ἁγίας δόξης ἀθανάτου Πατρός,
οὐρανίου, ἁγίου, μάκαρος, Ἰησοῦ Χριστέ,
ἐλθόντες ἐπὶ τὴν ἡλίου δύσιν, ἰδόντες φῶς ἑσπερινόν,
ὑμνοῦμεν Πατέρα, Υἱόν, καὶ ἅγιον Πνεῦμα, Θεόν.
Ἄξιόν σε ἐν πᾶσι καιροῖς ὑμνεῖσθαι φωναῖς αἰσίαις,
Υἱὲ Θεοῦ, ζωὴν ὁ διδούς· διὸ ὁ κόσμος σὲ δοξάζει.

Μονογενὴς Ὑιός

Ἄξιόν ἐστιν ὡς ἀληθῶς,
μακαρίζειν σε τὴν Θεοτόκον,
τὴν ἀειμακάριστον καὶ παναμώμητον
καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν.
Τὴν τιμιωτέραν τῶν Χερουβεὶμ
καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ,
τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν,
τὴν ὄντως Θεοτόκον,
σὲ μεγαλύνομεν.

Ἐπὶ σοὶ χαίρει, Κεχαριτωμένη, πᾶσα ἡ κτίσις.
Ἀγγέλων τὸ σύστημα καὶ ἀνθρώπων τὸ γένος,
ἡγιασμένε ναὲ καὶ παράδεισε λογικέ,
παρθενικὸν καύχημα, ἐξ ἧς Θεός ἐσαρκώθη
καὶ παιδίον γέγονεν, ὁ πρὸ αἰώνων ὑπάρχων Θεὸς ἡμῶν·
τὴν γὰρ σὴν μήτραν θρόνον ἐποίησε,
καὶ τὴν σὴν γαστέρα πλατυτέραν οὐρανῶν ἀπειργάσατο.
Ἐπὶ σοὶ χαίρει, Κεχαριτωμένη, πᾶσα ἡ κτίσις
δόξα σοι.

Ἅγιος ὁ Θεός, Ἅγιος ἰσχυρός, Ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶς.

Κύριε [Ἰσοῦ], ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν, ῥυσαμένων ἐκ τοῦ τῆς γεενα φλογος, πασας δη τας ψυχας ουρανοσε αναγαγων, μαλιστα γε ταυτας tas του σου ελεους πλειστα ενδεεις.

An English-Greek  Lexicon containing all the words in general use with their various significations classified
By Henry R. Hamilton 1904 London

La Tavola di Cebe`te
A. Barbone - T.F. Borri

Pocket Oxford Classical Greek Dictionary English-Greek

Macmillian's Greek Course First Greek Grammar
W. Gunion Rutherford

Erasmus Schmidt
TAMEION htoi Eurethrion twn LECEWN ths KAINHS DIAQHKHS Concordance to the Greek N T 1990 en tais AQHNAIS


No comments:

Post a Comment